Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 118

[118] ἕπεται δὲ κατὰ τὸ ἀναγκαῖον ὥσπερ σκιὰ σώματι καὶ ⟨ταύτῃ⟩ τῆς ἔχθρας διάλυσις· ὅ τε γὰρ εὖ πεπονθὼς ἄκων ἄγεται πρὸς τὸ ἔνσπονδον χάριτι δουλωθείς, ὅ τε ὠφεληκὼς συμβούλῳ χρώμενος καλῇ πράξει σχεδὸν ἤδη πρὸς καταλλαγὰς τὴν διάνοιαν τέτραπται.