Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 83

[83] οὕτως τὸ πάντων ἄριστον ἐσθημάτων ὁ λόγος ἁρμονίως συνυφαίνεται· καὶ γὰρ τὰ πέταλα τοῦ χρυσίου κατατέμνει ὁ νομοθέτης εἰς τρίχας, ὥστε συνυφῆναι τὰ οἰκεῖα ἐπιμόνως (Exod. 36, 10)· οὕτως ὁ τιμιώτερος χρυσοῦ λόγος ποίκιλμα ὢν ἐκ μυρίων ἰδεῶν ἐπαινετῶς τελεσιουργεῖται, ὅταν ἄχρι τῶν λεπτοτάτων κεφαλαίων τμηθεὶς τρόπον τινὰ νήματος δέξηται καθάπερ κρόκην ἀποδείξεις ἐναρμονίους.