[82] ἔστω δὲ ὁ [63] [64] λόγος μὴ συγκεχυμένος, ἀλλ’ εἰς οἰκείους τετμήσθω τομάς· τὸ „χίδρα ποιῆσαι“ τοιοῦτόν ἐστιν· ἐν ἅπαντι μὲν γὰρ ἀταξίας ἄμεινον ἡ τάξις, μάλιστα δ’ ἐν ὀξύτατα ῥεούσῃ φύσει, τῷ λόγῳ. [cap.25] διαιρετέον οὖν αὐτὸν εἰς κεφάλαια προηγούμενα, τὰ λεγόμενα ἐμπίπτοντα, καὶ ἐφαρμοστέον ἑκάστῳ τὰς οἰκείους κατασκευάς, μιμουμένους τοὺς ἀγαθοὺς τῶν τοξοτῶν, οἳ σκοπόν τινα προθέμενοι τὰ βέλη πάντα ἐπ’ αὐτὸν ἀφιέναι πειρῶνται· σκοπῷ μὲν γὰρ τὸ κεφάλαιον, βέλεσι δὲ ἔοικεν ἡ κατασκευή.