Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 84

[84] προστέτακται μέντοι καὶ „τὸ ὁλοκαύτωμα δείραντας εἰς μέλη διανεῖμαι“ (Lev. 1, 6), ὑπὲρ τοῦ πρῶτον μὲν γυμνὴν ἄνευ σκεπασμάτων, ὅσα περιποιοῦσιν [65] [66] αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, τὴν ψυχὴν φανῆναι, εἶτα δέξασθαι διαιρέσεις ἐμμελεῖς· τὸ γὰρ ὅλον καὶ ἐν γένει ἡ ἀρετή, ἣ κατὰ εἴδη τὰ προσεχῆ τέμνεται, φρόνησιν καὶ σωφροσύνην [M.1.180] καὶ ἀνδρείαν καὶ δικαιοσύνην, ἵνα τὰς καθ’ ἕκαστον εἰδότες διαφορὰς ἑκούσιον ὑπομένωμεν λατρείαν καὶ καθ’ ὅλα καὶ κατὰ μέρη.