[2] δύο τοίνυν δόξας εἶναι συμβέβηκεν ἐναντίας καὶ μαχομένας ἀλλήλαις, τὴν μὲν τῷ νῷ πάντα ἐπιγράφουσαν ὡς ἡγεμόνι τῶν [1] [2] ἐν τῷ λογίζεσθαι ἢ αἰσθάνεσθαι ἢ κινεῖσθαι ἢ ἴσχεσθαι, τὴν δὲ τῷ θεῷ ἑπομένην ὡς αὐτοῦ δημιουργίαν οὖσαν· τῆς μὲν προτέρας ἐκτύπωσίς ἐστιν ὁ Κάιν καλούμενος κτῆσις παρὰ τὸ πάντα κεκτῆσθαι δοκεῖν, τῆς δὲ ἑτέρας ὁ Ἄβελ,