Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 3

[3] [M.1.164] ἑρμηνεύεται γὰρ ἀναφέρων ἐπὶ θεόν. ἀμφοτέρας μὲν οὖν τὰς δόξας ὠδίνει μία ψυχή· ἀνάγκη δὲ αὐτάς, ὅταν ἀποκυηθῶσι, διακριθῆναι· συνοικεῖν γὰρ πολεμίους ἄχρι παντὸς ἀμήχανον. ἕως μὲν οὖν οὐκ ἔτεκεν ἡ ψυχὴ τὸ φιλόθεον δόγμα τὸν Ἄβελ, διῃτᾶτο τὸ φίλαυτον ὁ Κάιν ⟨ἐν⟩ αὐτῇ· ὁπότε δὲ τὴν πρὸς τὸ αἴτιον ὁμολογίαν ἐγέννησε, τὴν πρὸς τὸν δοκησίσοφον νοῦν ἐξέλιπε.