De sacrificiis Abelis et Caini
ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΑΒΕΛ ΚΑΙ ΩΝ ΑΥΤΟΣ TE ΚΑΙ ΑΔΕΛΦΟΣ ΑΥΤΟΥ ΚΑΙΝ ΙΕΡΟΥΡΓΟΥΣΙΝ
[1] [cap.1] „Καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ“ [M.1.163] (Gen. 4,2). ἡ τινὸς πρόσθεσις ἀφαίρεσίς ἐστιν ἑτέρου, ὡς ἀριθμητικῆς μορίων, καὶ ψυχῆς λογισμῶν. εἰ δὴ τὸν Ἄβελ προστίθεσθαι φατέον, τὸν Κάιν ἀφαιρεῖσθαι νομιστέον. ἵνα δὲ μὴ τὸ Τῶν ὀνομάτων ἀσύνηθες ἐπισκοτῇ πολλοῖς, τὴν ἐμφαινομένην φιλοσοφίαν ἀκριβοῦν ὡς ἂν οἷόν τε ᾖ πειρασόμεθα.