[89] τότε μοι δοκοῦσιν ἄρκτοι καὶ λέοντες καὶ παρδάλεις καὶ τὰ παρ’ Ἰνδοῖς, ἐλέφαντές τε καὶ τίγρεις, καὶ ὅσα ἄλλα τὰς ἀλκὰς καὶ τὰς δυνάμεις ἀήττητα μεταβαλεῖν ἐκ τοῦ μονωτικοῦ τε καὶ μονοτρόπου πρὸς τὸ σύννομον· κἀκ τοῦ πρὸς ὀλίγον μιμήσει τῶν ἀγελαίων ἡμερωθήσεται πρὸς τὴν ἀνθρώπου φαντασίαν, μηκέτι ὡς πρότερον ἀνερεθισθέντα, καταπλαγέντα δ’ ὡς ἄρχοντα καὶ φύσει δεσπότην εὐλαβῶς ἕξει, ἔνια δὲ καὶ τοῦ χειροήθους ἅμα καὶ φιλοδεσπότου τῇ παραζηλώσει, καθάπερ τὰ Μελιταῖα τῶν κυνιδίων ταῖς κέρκοις μεθ’ ἱλαρωτέρας κινήσεως προσσαίνοντα.