Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 90

[90] τότε καὶ τὰ σκορπίων γένη καὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἄπρακτον ἕξει τὸν ἰόν· φέρει καὶ ποταμὸς ὁ Αἰγύπτιος ὅμοια τοῖς οἰκήτορσι τῆς χώρας ἀνθρωποβόρα ζῷα, τοὺς κροκοδείλους λεγομένους καὶ ποταμίους ἵππους, φέρει καὶ τὰ πελάγη μυρίας ἰδέας ἀργαλεωτάτων ζῴων· παρ’ οἷς ἅπασιν ἱερὸς καὶ ἄσυλος γένοιτ’ ἂν ὁ σπουδαῖος, ἀρετὴν τιμήσαντος