Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 88

[88] εἰ γὰρ ἐπιλάμψειέ ποτε τῷ βίῳ τὸ ἀγαθὸν τοῦτο καὶ δυνηθείημεν τὸν καιρὸν ἰδεῖν ἐκεῖνον, ἐν ᾧ χειροήθη ποτὲ γενήσεται τὰ ἀτίθασα. πολὺ δὲ πρότερον τὰ ἐν τῇ ψυχῇ θηρία τιθασευθήσεται, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἢ οὐχὶ εὔηθες ὑπολαμβάνειν, ὅτι τὰς ἀπὸ τῶν ἐκτὸς θηρίων βλάβας ἐκφευξόμεθα τὰ ἐν αὑτοῖς εἰς δεινὴν ἀγριότητα ἀεὶ συγκροτοῦντες; ὅθεν οὐκ ἀπελπιστέον, ὅτι ἐξημερωθέντων τῶν κατὰ διάνοιαν καὶ τὰ ζῷα ἡμερωθήσεται.

[36][37]