[87] ἄσπονδος γὰρ καὶ ἀκήρυκτος εἷς πόλεμος οὗτος, ὡς λύκοις πρὸς ἄρνας, καὶ πᾶσι θηρίοις πρὸς πάντας ἀνθρώπους, ἐνύδροις τε καὶ χερσαίοις· ὃν θνητὸς μὲν οὐδεὶς δυνατὸς καθαιρεῖν, ὁ δ’ ἀγένητος μόνος καθαιρεῖ, ὅταν κρίνῃ τινὰς σωτηρίας ἀξίους, εἰρηνικοὺς μὲν τὸ ἦθος, ὁμοφροσύνην δὲ καὶ κοινωνίαν ἀσπαζομένους, οἷς φθόνος ἢ συνόλως οὐκ ἐνῴκησεν ἢ τάχιστα μετανέστη τὰ ἴδια προφέρειν εἰς μέσον ἀγαθὰ διεγνωκόσιν εἰς κοινὴν μετουσίαν καὶ ἀπόλαυσιν.