Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 80

[80] οὐ γὰρ ὑπέρογκοι καὶ βαρύτεραι τῆς τῶν χρησομένων δυνάμεως αἱ προστάξεις εἰσὶν οὐδὲ μακρὰν τὸ ἀγαθὸν ἀφέστηκεν, ἢ πέραν θαλάττης ἢ ἐν ἐσχατιαῖς γῆς, ὡς δεῖσθαι πολυχρονίου καὶ καματηρᾶς ἀποδημίας, οὐδ’ ἐξαίφνης ἐστείλατο τὴν ἐνθένδε εἰς οὐρανὸν ἀποικίαν, ἵνα τις μετέωρος καὶ πτηνὸς ἀρθεὶς μόλις ἐφικέσθαι τούτων δυνηθῇ· πλησίον δ’ ἐστὶ καὶ ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἕκαστον ἡμῶν ἐνιδρυμένον, "στόματι καὶ καρδίᾳ καὶ χερσί“, τροπικώτερον λόγῳ καὶ διανοίᾳ καὶ πράξεσιν.