[79] [cap.1.14] * μαρτυρία δὲ σαφὴς ἐν τοῖς ἱεροῖς ἀνάκειται γράμμασι. λέγε τὰς εὐχὰς πρότερον, ἃς „εὐλογίας“ εἴωθεν ὀνομάζειν. ἐάν, φησί, τὰς θείας ἐντολὰς φυλάττητε καταπειθεῖς γινόμενοι τοῖς προστάγμασι [32] [33] καὶ τὰ διαγορευόμενα μὴ μέχρις ἀκοῆς καταδέχησθε, ἀλλὰ διὰ τῶν τοῦ βίου πράξεων ἐπιτελῆτε, πρώτην δωρεὰν ἕξετε νίκην κατ’ ἐχθρῶν.