[78] ἐπεὶ δ’ οὐδὲν ἤνυεν, ἀλλ’ ἐκεκώφηντο πρὸς ἅπαντα νομίζοντες αὐτὸν ἡττηθέντα φιλοικείου πάθους ἀρχιερέα μὲν τὸν ἀδελφὸν καταστῆσαι, τοῖς δ’ ἀδελφιδοῖς ἐγχειρίσαι τὴν ἱερωσύνην, δεινὸν οὐχὶ τοῦθ’ ὑπελάμβανε καίπερ ὂν δεινόν, ἀλλ’ ἐκεῖνο [M.421] παγχάλεπον, εἰ δόξει τῶν λογίων, καθ’ ἃ γέγονεν ἡ αἵρεσις τῶν ἱερέων, ἀλογεῖν. *