Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 77

[77] ἐφ’ οἷς ὁ τοῦ ἔθνους ἐπιμελητὴς καὶ προστάτης ἠγανάκτει. καὶ τὸ μὲν πρῶτον ἤθει βαρυτέρῳ χρώμενος χωρὶς ὀργῆς — ἦν γὰρ καὶ τὴν φύσιν ἀόργητος — λόγοις ἀναδιδάσκειν ἐπειρᾶτο μεταβάλλεσθαι καὶ τοὺς ταχθέντας ὅρους μὴ ὑπερβαίνειν μηδὲ νεωτερίζειν εἰς τὰ ἅγια καὶ καθωσιωμένα, ὧν αἱ τοῦ ἔθνους ἐλπίδες ἐκκρέμανται.