[81] ἐὰν γὰρ οἷα τὰ βουλεύματα τοιοῦτοι οἱ λόγοι καὶ οἷα τὰ λεγόμενα τοιαίδε αἱ πράξεις ὦσι, καὶ ταῦτα ἀλλήλοις ἀντακολουθῇ δεθέντα ἁρμονίας ἀλύτοις δεσμοῖς, εὐδαιμονία κρατεῖ, τουτέστιν ἡ ἀψευδεστάτη σοφία καὶ φρόνησις, σοφία μὲν [γὰρ] πρὸς θεραπείαν θεοῦ, φρόνησις δὲ πρὸς ἀνθρωπίνου βίου διοίκησιν.