Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 69

[69] τί ἂν οὖν παθὼν ἀξίαν ἐδεδώκει δίκην, ὃς διὰ μιᾶς πράξεως οὐδὲν τῶν βιαίων καὶ ἀσεβῶν παρέλιπεν; ἴσως ἂν εἴποι τις· ἀναιρεθείς. ὁ λογισμὸς οὗτος ἀνθρώπου τὸ μέγα δικαστήριον οὐ βλέποντος· ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον, ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόλις οὗτός ἐστιν ἀρχή.