Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 70

[70] ἐπεὶ τοίνυν καινὸν τὸ ἔργον, ἔδει καὶ τὴν ἐπ’ αὐτῷ τιμωρίαν καινὴν εὑρεθῆναι. τίς οὖν ἐστιν αὕτη; ζῆν ἀποθνῄσκοντα ἀεὶ καὶ τρόπον τινὰ θάνατον ἀθάνατον ὑπομένειν καὶ ἀτελεύτητον. θανάτου γὰρ διττὸν εἶδος· τὸ μὲν κατὰ τὸ τεθνάναι, ὅπερ ἀγαθόν ἐστιν ⟨ἢ⟩ ἀδιάφορον, τὸ δὲ κατὰ [28] [29] τὸ ἀποθνῄσκειν, ὃ δὴ κακὸν πάντως καὶ ὅσῳ χρονιώτερον βαρύτερον.