Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 68

[68] ἐγένετό τις κατ’ ἀρχὰς εὐθύς, ὅτ’ οὔπω τὸ τῶν ἀνθρώπων γένος ἐπλήθυνεν, ἀδελφοκτόνος. οὗτός ἐστιν ὁ πρῶτος ἐναγής, ὁ πρῶτος καθαρευούσῃ τῇ γῇ μίασμα προσβαλὼν ἄηθες ἀνθρωπείου αἵματος, ὁ πρῶτος ἀνιεῖσαν καὶ βλαστάνουσαν γένη ζῴων καὶ φυτῶν καὶ οἷς εὐτοκεῖ πᾶσι τεθηλυῖαν τῆς εὐτοκίας ἐπισχών, ὁ πρῶτος φθορὰν γενέσει καὶ θάνατον ζωῇ καὶ πένθος χαρᾷ καὶ κακὰ ἀγαθοῖς ἐπιτειχίσας.