[67] [cap.1.12] Τὰ μὲν οὖν ἀπονεμηθέντα πάλαι τοῖς ἀγαθοῖς ἆθλα κοινῇ τε καὶ ἰδίᾳ λέλεκται τυπωδέστερον, ἀφ’ ὧν καὶ τὰ παραλειφθέντα δύναιτ’ ἄν τις εὐμαρέστατα συνορᾶν. ἑξῆς δὲ τὰς προτεθείσας τοῖς πονηροῖς κολάσεις [ἐν μέρει] πάλιν ἐπισκεπτέον γενικώτερον, ἐπεὶ τὰς κατὰ μέρος ἀναγράφειν οὐ καιρός.