Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 62

[62] φύσει γε μὴν πάντες οἱ ἄνθρωποι, πρὶν τελειωθῆναι τὸν ἐν αὑτοῖς λόγον, κείμεθα ἐν μεθορίῳ [24] [25] κακίας καὶ ἀρετῆς πρὸς μηδέτερά πω ταλαντεύοντες· ἐπειδὰν δὲ πτερυξάμενος ὁ νοῦς ὅλῃ τῇ ψυχῇ διὰ πάντων αὐτῆς τῶν μερῶν φαντασιωθῇ τὸ ἀγαθόν, ἄφετος πρὸς αὐτὸ καὶ πτηνὸς ὁρμᾷ τὸ συγγεγεννημένον ἀδελφὸν κακὸν ὀπίσω καταλιπών, ὃ καὶ ἀποφεύγει τὴν ἐναντίαν ὁδὸν ἀμεταστρεπτί.