Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 63

[63] τοῦτ’ ἐστὶν ὃ αἰνίττεται φάσκων υἱοὺς δύο γεγενῆσθαι διδύμους τῷ φύσεως εὐμοίρου λαχόντι· παντὸς γὰρ ἀνθρώπου κατ’ ἀρχὰς ἅμα τῇ γενέσει κυοφορεῖ δίδυμα ἡ ψυχή, κακόν, ὡς ἔφην, καὶ ἀγαθόν, ἑκάτερον φαντασιουμένη· μακαρίας δὲ καὶ εὐδαίμονος ὅταν τύχῃ μερίδος, ὁλκῇ μιᾷ ῥέπει πρὸς τὸ ἀγαθόν, μήτ’ ἐπὶ θάτερά ποτε ταλαντεύσασα μήτ’ ἐπαμφοτερίσασα πρὸς τὸ ἰσόρροπον.