Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 61

[61] [cap.1.11] ἔχει δ’ ἕκαστος τῶν τριῶν τὴν ῥητὴν διήγησιν σύμβολον διανοίας ἀφανοῦς, ἣν ἐπισκεπτέον. αὐτίκα παντὶ τῷ διδασκομένῳ συμβαίνει μετιόντι πρὸς ἐπιστήμην ἀπολιπεῖν ἀμαθίαν· ἀμαθία δὲ πολύχουν. διὰ τοῦτο ὁ πρῶτος λέγεται πολύπαις μέν, οὐδένα δὲ τῶν ἄλλων ἀξιώσας υἱὸν αὑτοῦ χρηματίζειν πλὴν ἑνός· τρόπον γάρ τινα καὶ ὁ μανθάνων ἀποκηρύττει τὰ τῆς ἀμαθίας ἔκγονα καὶ ὡς ἐχθρὰ καὶ δυσμενῆ παραιτεῖται.