[5] εἶτα οἱ μὲν ἀθληταὶ τῷ ὄντι ἀρετῆς ἀνευρίσκοντο μὴ ψεύσαντες τῆς ἐπ’ αὐτοῖς χρηστῆς ἐλπίδος τοὺς ἀλείπτας νόμους, οἱ δὲ ἄνανδροι καὶ ἀγεννεῖς ὑπὸ τῆς ἐμφύτου μαλακίας τὰς ψυχάς, πρὶν ἢ δυνατώτερόν τι ἀντιβιάσασθαι, προκαταπίπτοντες αἰσχύνη καὶ γέλως θεατῶν ἐγίνοντο.