Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 6

[6] δι’ ἣν αἰτίαν οἱ μὲν βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἄλλων ὅσα νικῶσι δίδοται μετελάμβανον, οἱ δὲ οὐκ ἀστεφάνωτοι μόνον ἀπῄεσαν, ἀλλὰ καὶ ἧτταν ἐπονείδιστον ἐνδεξάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἀργαλεωτέραν· ἐκεῖ μὲν γὰρ ἀθλητῶν σώματα κλίνεται ῥᾳδίως ὀρθοῦσθαι δυνάμενα, ἐνταῦθα δὲ ὅλοι βίοι πίπτουσιν, οὓς ἅπαξ ἀνατραπέντας μόλις ἔστιν ἀνεγεῖραι.