Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 4

[4] συνασκήσας γὰρ ὑφηγήσεσι καὶ προτροπαῖς μαλακωτέραις καὶ πάλιν ἐπανατάσεσι καὶ νουθεσίαις ἐμβριθεστέραις τοὺς κατ’ αὐτὸν πολιτευομένους ἐκάλεσεν εἰς τὴν ὧν ἐπαιδεύθησαν ἐπίδειξιν· οἱ δὲ παρελθόντες ὥσπερ εἰς ἱερὸν ἀγῶνα γυμνὴν τὴν ἑαυτῶν προαίρεσιν ἀνέφηναν εἰς ἐναργέστατον ἔλεγχον τῆς ἀληθείας.