Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 33

[33] καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε μέρη σωμάτων ἀφαιρεῖ στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται προνοίᾳ τῆς τῶν ἐμπλεόντων σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως οὔτε τῷ κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι,