[34] τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον ἐξετάζοντας, οὐκ εἴ τι μὴ καθ’ ἡδονὴν ἰδίαν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται σωτηρίως.