[32] χαρὰν δὲ τῶν εὐπαθειῶν ἀρίστην καὶ καλλίστην εἶναι συμβέβηκεν, ὑφ’ ἧς ὅλη δι’ ὅλων εὐθυμίας ἡ ψυχὴ καταπίμπλαται, γεγηθυῖα μὲν ἐπὶ τῷ πατρὶ καὶ ποιητῇ τῶν συμπάντων θεῷ, γεγηθυῖα δὲ καὶ ἐπὶ τοῖς ἄνευ κακίας δρωμένοις, κἂν μὴ τυγχάνῃ καθ’ ἡδονὴν ὄντα, ὡς καλῶς γινομένοις καὶ ἐπὶ τῇ τῶν ὅλων διαμονῇ.