Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 31

[31] Μετὰ πίστιν προὔκειτο τῷ περιπεποιημένῳ τὴν ἀρετὴν ἐκ φύσεως ἀκονιτὶ καὶ νικηφορήσαντι χαρὰ τὸ ἆθλον· ὠνομάσθη γάρ, ὡς μὲν ἂν [11] [12] εἴποιεν Ἕλληνες, γέλως, ὡς δὲ Χαλδαῖοι προσονομάζουσιν, Ἰσαάκ· γέλως δὲ σημεῖον ἐπὶ τοῦ σώματος φανερὸν ἀφανοῦς τῆς κατὰ διάνοιαν χαρᾶς ἐστι.