Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 21

[21] ὡς γὰρ τοῖς ἐκ νόσου μακρᾶς ἀρχομένοις ἀναλαμβάνειν εὐάλωτά πώς ἐστι τὰ σώματα μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν, οὕτως καὶ οἷς ἡ ψυχὴ νῦν πρῶτον ὑγιάζεται πλαδῶσιν οἱ νοεροὶ τόνοι καὶ κραδαίνονται, ὡς δέος εἶναι, μὴ πάλιν ἐξορμήσῃ τὸ πάθος, ὃ πέφυκεν ἐκ τῆς τῶν εἰκαιοτέρων συνδιαιτήσεως ἀνερεθίζεσθαι.