Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 20

[20] κἂν μεταναστῇ μέντοι, τοὺς τῶν πολλῶν θιάσους ἐκτρεπέσθω μόνωσιν ἀσπαζόμενος· πέφυκε γὰρ καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ὅμοια τοῖς οἴκοι δίκτυα, οἷς ἀνάγκη περιπείρεσθαι τοὺς ἀπροοράτως ἔχοντας καὶ ταῖς τῶν πολλῶν χαίροντας ὁμιλίαις· ὅ τι γὰρ ἄτακτον, ἄκοσμον, πλημμελές, ὑπαίτιον, τοῦτο ὄχλος ἐστί, μεθ’ οὗ φέρεσθαι τῷ νῦν πρῶτον μετοικισαμένῳ πρὸς ἀρετὴν ἀλυσιτελέστατον.