Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 19

[19] πολλοὶ γοῦν ἀποδημίαις ἐσωφρονίσθησαν, ἔρωτας ἐκμανεῖς καὶ λελυττηκότας θεραπευθέντες, οὐκέτι τῆς ὄψεως χορηγεῖν δυναμένης τῷ πάθει τῆς ἡδονῆς τὰ εἴδωλα· τῇ γὰρ διαζεύξει κατὰ κενοῦ βαίνειν ἀνάγκη, μηκέτι παρόντος ὑφ’ οὗ διερεθισθήσεται.