[22] [cap.1.4] Μετὰ δὲ τοὺς μετανοίας ἀγῶνας τρίτα ἆθλα τίθεται δικαιοσύνης, ἧς ὁ μεταποιησάμενος λαμβάνει γέρα διττά, τὸ μὲν σωτήριον ἐν κοινῇ φθορᾷ, τὸ δὲ ταμίαν καὶ φύλακα γενέσθαι ἐξ ἑκάστης ζῴων ἰδέας ἡρμοσμένων ζυγάδην εἰς δευτέραν γένεσιν ἀντὶ τῆς ἀπολλυμένης.