[170] ὑπὸ φρενοβλαβείας οὐ συνιέντες ὅτι καὶ τῆς πρὸ μικροῦ λαμπρότητος ἀπέλαυσαν οὐ δι’ αὑτοὺς ἀλλὰ διὰ νουθεσίαν ἑτέρων, οἷς τὰ πάτρια καταλύσασι φάρμακον ἀνευρέθη σωτήριον, λύπη, τὰ τῶν δυσμενῶν [78] [79] ἀγαθὰ περιαλγήσασι· κλαύσαντες οὖν καὶ στενάξαντες τὴν ἰδίαν τροπὴν ἐπὶ τὴν ἀρχαίαν καὶ προγονικὴν ἀνακάμψουσιν εὐτυχίαν διαυλοδρομήσαντες, οἷς μὴ εἰς ἅπαν ἐξοκεῖλαι συνέβη.