Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 169

[169] μεταβολὴ δὲ πάντων ἐξαπιναίως ἔσται· τρέψει γὰρ ὁ θεὸς τὰς ἀρὰς ἐπὶ τοὺς ⟨τῶν⟩ μετανενοηκότων ἐχθρούς, οἵτινες κακοπραγίαις τοῦ ἔθνους ἐφήδοντο κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες, ὡς αὐτοὶ μὲν ἀκαθαίρετον ἕξοντες κλῆρον εὐτυχίας, ὃν παισὶ καὶ ἐκγόνοις κατὰ διαδοχὴν ἀπολείψειν ἤλπισαν, αἰεὶ δὲ ἐποψόμενοι τοὺς ἀντιπάλους ἐν βεβαίῳ καὶ ἀκλινεῖ δυστυχίᾳ ταμιευθησομένῃ καὶ ταῖς ἔπειτα γενεαῖς,