[171] οἱ δὲ γελάσαντες τὰς ὀλοφύρσεις ἐκείνων καὶ δημοτελεῖς ἑορτὰς ἄγειν ψηφισάμενοι τὰς ἀποφράδας αὐτῶν καὶ τὰ πένθη κατευωχηθέντες καὶ συνόλως [M.437] τὴν ἑτέρων κακοδαιμονίαν εὐδαιμονήσαντες, ὅταν ἄρξωνται κομίζεσθαι τὰ ἐπίχειρα τῆς ὠμότητος, αἰσθήσονται διότι οὐκ εἰς ἀφανεῖς καὶ ἠμελημένους ἐξημάρτανον, ἀλλ’ εἰς εὐπατρίδας ἔχοντας ἐναύσματα τῆς εὐγενείας, ἀφ’ ὧν ἀναρριπισθέντων ἐξέλαμψεν ἡ πρὸ μικροῦ σβεσθεῖσα εὔκλεια.