[159] πολλὴ μὲν γὰρ ὅταν ᾖ, παθῶν καὶ κακιῶν ἀνάπλεως, οἷα περικεχυμένων αὐτῇ τέκνων, ἡδονῶν, ἐπιθυμιῶν, ἀφροσύνης, ἀκολασίας, ἀδικίας, ἀσθενεῖ καὶ νοσεῖ καὶ ἐπικήρως ἔχουσα θανατᾷ, στειρωθεῖσα δὲ καὶ ἀγονήσασα τούτων ἢ καὶ ἀποβαλοῦσα ἀθρόα γίνεται μὲν ἐκ μεταβολῆς ἁγνὴ παρθένος,