Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 160

[160] παραδεξαμένη δὲ τὸν θεῖον σπόρον διαπλάττει καὶ ζῳογονεῖ περιμαχήτους φύσεις, θαυμαστὰ κάλλη, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δικαιοσύνην, ὁσιότητα, εὐσέβειαν, τὰς ἄλλας ἀρετάς τε καὶ εὐπαθείας, ὧν οὐ μόνον ἡ γένεσις εὔτεκνος ἀγαθόν, ἀλλὰ καὶ ἡ προσδοκία τῆς γενέσεως ἐλπίδι προγανοῦσα τὴν ἀσθένειαν.