Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 158

[158] εἶθ’ οἷα μήτηρ φιλόστοργος οἰκτιεῖται μὲν υἱοὺς καὶ θυγατέρας οὓς ἀπέβαλεν, οἳ καὶ ἀποθανόντες καὶ ζῶντες ἔτι μᾶλλον ὀδύναι τοῖς τοκεῦσιν ἐγένοντο· πάλιν δὲ νεάσασα εὐφορήσει καὶ τέξεται γενεὰν ἀνεπίληπτον, ἐπανόρθωμα τῆς προτέρας· ἡ γὰρ ἔρημος, ᾗ φησιν ὁ προφήτης, εὔτεκνός [M.435] τε καὶ πολύπαις, ὅπερ λόγιον καὶ ἐπὶ ψυχῆς ἀλληγορεῖται.