Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 141

[141] Ἐπάρατοι μὲν ἐν πόλεσι καὶ κώμαις, ἐπάρατοι δ’ ἐν οἰκίαις καὶ ἐπαύλεσιν ἔσονται· ἐπάρατος μὲν ἡ πεδιὰς καὶ ὅσα κατεβλήθη σπέρματα, ἐπάρατος δὲ ἡ βαθύγειος τῆς ὀρεινῆς καὶ ὅσα γένη δένδρων ἡμέρων· ἐπάρατοι τῶν θρεμμάτων αἱ ἀγέλαι, στειρωθήσονται γὰρ πρὸς ἀγονίαν· ἐπάρατοι πάντες οἱ καρποί, τῷ γὰρ καιριωτάτῳ τῆς ἀκμῆς ἀνεμόφθοροι γενήσονται.