[140] ἔξω δὲ τοῦ σφαδᾴζειν οὐδὲν ἐργάσασθαι δυνήσονται πᾶσαν ἰσχὺν ἐκτετμημένοι καὶ ἐκνενευρισμένοι· προκείσονται γὰρ σκοποὶ τοῖς ἐθέλουσιν ἄγειν, φέρειν, ἁρπάζειν, ὑβρίζειν, τιτρώσκειν, εἰς βλάβας, εἰς αἰκίας, εἰς πανωλεθρίαν, ὡς μηδὲν ἀφεθῆναι τῶν βλημάτων κωφόν, ἀλλ’ εὔσκοπα καὶ εὔστοχα πάντα.