[142] τὰ πλήρη ταμεῖα τροφῶν καὶ χρημάτων κενωθήσεται· πόρος οὐδεὶς εὐοδήσει, τέχναι πᾶσαι, πραγματεῖαι πολύτροποι, βίων ἰδέαι μυρίων τοῖς χρωμένοις οὐδὲν ὄφελος· ἀτελεῖς γὰρ αἱ τῶν σπουδαζομένων [M.432] ἐλπίδες ἔσονται καὶ συνόλως ὅτου ἐφάψονται διὰ πονηρῶν ἐπιτηδευμάτων ἢ ἔργων, ὧν κεφαλὴ καὶ τέλος ἀπόλειψις θεραπείας θεοῦ· τὰ γὰρ ἀσεβείας καὶ παρανομίας ἐπίχειρα ταῦτα.