Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 114

[114] ἐὰν μὲν οὖν εἷς ἀνὴρ τυγχάνῃ τοιοῦτος ὢν ἐν πόλει, τῆς πόλεως ὑπεράνω φανεῖται, ἐὰν δὲ πόλις, τῆς ἐν κύκλῳ χώρας, ἐὰν δὲ ἔθνος, ἐπιβήσεται πᾶσιν ἔθνεσιν ὥσπερ κεφαλὴ σώματι τοῦ περιφαίνεσθαι χάριν, οὐχ ὑπὲρ εὐδοξίας μᾶλλον ἢ τῆς τῶν ὁρώντων ὠφελείας· αἱ γὰρ συνεχεῖς τῶν καλῶν παραδειγμάτων φαντασίαι παραπλησίας εἰκόνας ἐγχαράττουσι ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις ψυχαῖς.