[115] ὅθεν εἴρηται πρὸς τοὺς ἐθέλοντας μιμεῖσθαι τὰ σπουδαῖα καὶ θαυμαστὰ κάλλη μὴ ἀπογινώσκειν τὴν ἀμείνω μεταβολὴν μηδὲ τὴν ὥσπερ ἐκ διασπορᾶς ψυχικῆς ἣν εἰργάσατο κακία πρὸς ἀρετὴν καὶ σοφίαν ἐπάνοδον· ἵλεως γὰρ ὅταν ᾖ ὁ θεός, ἐξευμαρίζεται πάντα.