Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 113

[113] τοῦτ’ ἐστὶν ὃ καὶ ἐν ἑτέροις αἰνίττεται φάσκων εὐλογίας ἄξιον ἔσεσθαι καὶ εἰσιόντα καὶ ἐξιόντα τὸν τοιοῦτον ἄνδρα, διότι πάσαις μὲν ταῖς κινήσεσι πάσαις δὲ ταῖς σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικὸς ὁμοῦ καὶ οἰκονόμος, ὡς τὰ μὲν ἔνδον ἐξορθοῦν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς, ᾗ συμφέρον ἐπανορθοῦσθαι.