[86] τί γὰρ ὄφελος λέγειν μὲν τὰ βέλτιστα, διανοεῖσθαι δὲ καὶ πράττειν τὰ αἴσχιστα; σοφιστῶν οὗτος ὁ τρόπος· τοὺς γὰρ περὶ φρονήσεως καὶ καρτερίας ἀπομηκύνοντες [30] [31] λόγους τὰ ὦτα καὶ τῶν σφόδρα διψώντων ἀκοῆς ἀποκναίουσιν, ἐν δὲ ταῖς βουλαῖς καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν εὑρίσκονται διαμαρτάνοντες.