Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 85

[85] καὶ τριχῇ γε αὐτὸ διαιρεῖ φυσικώτατα· „ἐν γὰρ τῷ στόματί σου“ φησίν „ἐστὶ καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς χερσί“ (Deut. 30,11 — 14), τοῦτο δὴ ἐν λόγοις, ἐν βουλαῖς, ἐν πράξεσι· μέρη γὰρ τοῦ ἀγαθοῦ ταῦτα, ἐξ ὧν πέφυκε πήγνυσθαι, ὡς ἥ γε ἑνὸς ἔνδεια οὐκ ἀτελὲς μόνον ἀπεργάζεται τὸ πᾶν, ἀλλὰ καὶ συνόλως ἀναιρεῖ.