[87] τί δ’ ὄφελος ἃ μὲν χρὴ διανοεῖσθαι, ἔργοις δὲ ἀτόποις καὶ λόγοις χρῆσθαι, διὰ μὲν τῶν λόγων τοὺς ἀκούοντας, διὰ δὲ τῶν ἔργων τοὺς ὑπομένοντας ζημιοῦντας; πράττειν γε μὴν τἄριστα οὐ σὺν διανοίᾳ καὶ λόγῳ πάλιν ὑπαίτιον· τὸ γὰρ ἄνευ τούτων τῆς ἀκουσίου μερίδος ὂν οὐδαμῇ οὐδαμῶς ἐπαινετόν.