[154] τοὺς μὲν οὖν τοιούτους τῆς περὶ τὴν φύσιν εὐμοιρίας ἀποδεκτέον· εἰσὶ δέ τινες τῶν ἀσκητῶν, οἷς τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν τραχεῖαν καὶ δυσάντη καὶ χαλεπὴν νομισθεῖσαν τὸ πρῶτον λεωφόρον αὖθις ὁ τὰ πάντα εὐεργέτης ἀπέδειξε θεὸς εἰς γλυκύτητα τὸ πικρὸν τοῦ πόνου μεταβαλών.